Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.1 Dem. 10.2 (English) >>Dem. 10.5

10.1καὶ σπουδαῖα νομίζων, ἄνδρες Ἀθηναῖοι, περὶ ὧν βουλεύεσθε, καὶ ἀναγκαῖα τῇ πόλει, πειράσομαι περὶ αὐτῶν εἰπεῖν νομίζω συμφέρειν. Οὐκ ὀλίγων δʼ ὄντων ἁμαρτημάτων οὐδʼ ἐκ μικροῦ χρόνου συνειλεγμένων, ἐξ ὧν φαύλως ταῦτʼ ἔχει, οὐδέν ἐστιν, ἄνδρες Ἀθηναῖοι, τῶν πάντων δυσκολώτερον εἰς τὸ παρὸν ὅτι ταῖς γνώμαις ὑμεῖς ἀφεστήκατε τῶν πραγμάτων, καὶ τοσοῦτον χρόνον σπουδάζεθʼ ὅσον ἂν κάθησθʼ ἀκούοντες προσαγγελθῇ τι νεώτερον, εἶτʼ ἀπελθὼν ἕκαστος ὑμῶν οὐ μόνον οὐδὲν φροντίζει περὶ αὐτῶν, ἀλλʼ οὐδὲ μέμνηται. 10.2 μὲν οὖν ἀσέλγεια καὶ πλεονεξία, πρὸς ἅπαντας ἀνθρώπους Φίλιππος χρῆται, τοσαύτη τὸ πλῆθος ὅσην ἀκούετε· ὅτι δʼ οὐκ ἔνι ταύτης ἐκεῖνον ἐπισχεῖν ἐκ λόγου καὶ δημηγορίας οὐδεὶς ἀγνοεῖ δήπου. καὶ γὰρ εἰ μηδʼ ἀφʼ ἑνὸς τῶν ἄλλων τοῦτο μαθεῖν δύναταί τις, ὡδὶ λογισάσθω. ἡμεῖς οὐδαμοῦ πώποτε, ὅπου περὶ τῶν δικαίων εἰπεῖν ἐδέησεν, ἡττήθημεν οὐδʼ ἀδικεῖν ἐδόξαμεν, ἀλλὰ πάντων πανταχοῦ κρατοῦμεν καὶ περίεσμεν τῷ λόγῳ. 10.3ἆρʼ οὖν διὰ τοῦτʼ ἐκείνῳ φαύλως ἔχει τὰ πράγματα, τῇ πόλει καλῶς; πολλοῦ γε καὶ δεῖ· ἐπειδὰν γὰρ μὲν λαβὼν μετὰ ταῦτα βαδίζῃ τὰ ὅπλα, πᾶσιν τοῖς οὖσιν ἑτοίμως κινδυνεύσων, ἡμεῖς δὲ καθώμεθʼ εἰρηκότες τὰ δίκαια, οἱ δʼ ἀκηκοότες, εἰκότως, οἶμαι, τοὺς λόγους τἄργα παρέρχεται, καὶ προσέχουσιν ἅπαντες οὐχ οἷς εἴπομέν ποθʼ ἡμεῖς δικαίοις νῦν ἂν εἴποιμεν, ἀλλʼ οἷς ποιοῦμεν. ἔστι δὲ ταῦτʼ οὐδένα τῶν ἀδικουμένων σῴζειν δυνάμενα· οὐδὲν γὰρ δεῖ πλείω περὶ αὐτῶν λέγειν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.1 Dem. 10.2 (English) >>Dem. 10.5

Powered by PhiloLogic